Ancient Greek
P.Cair. Masp. 3 67321
Documentary Papyri, P.Cair. Masp. 3 67321
Not analysed yet
Φλαύιος Θεόδωρος Μηνᾶς Ἰουλιανὸς Ἰακκῶβος ὁ μεγαλοπρεπέστατος κόμης καὶ ἄρχων τῆς Θηβαίων ἐπαρχίας τὸ ϛ. πάσας, Θεοῦ ἡγουμένου, τὰς ὑφʼ ἡλίῳ πόλεις ἰθύνων βασιλεὺς ὁ κράτιστος ὅπλοις καὶ στρατιωτικοῖς καταλόγοις εἰς παράταξιν παρεσκευασμένοις τῇ τῶν τακτικῶν ἐμπειρίᾳ, …τεγνον μετὰ τῆς τῶν νόμων τάξεως τειχίζει χαρακτηρίζει τοῦτο τὸ νῦν φοιτῆσαν εὐτύχημα τῷ Θηβαίων ἔθνει. θεσπίσαι γὰρ εὐτυχῶς κατηξίωσεν διὰ θείου πραγματικοῦ τύπου ἐνίδρυσθαι τῇ Ἑρμουπολιτῶν πόλει ἀριθμὸν τῶν εὐκαθοσιωτῶν Νουμιδῶν Ἰουστινιανῶν, ἀνδρῶν πεντακοσίων ὀκτὼ ,πρὸς παραφυλακὴν τῆς Θηβαίων ἐπαρχείας καὶ πρὸς ἐκδίωξιν πάσης βαρβαρικῆς ἐπιδρομῆς, καὶ σίτησεις αὐτοῖς χορηγεῖσθαι προσέταξεν. τὴν γὰρ τοιαύτην ἀγαθὴν καὶ προνοητικὴν διοίκησιν πέρατι παραδοῦναι προστέτακται ὁ ἐνδοξότατος κόμες Πλουτῖνος, ἀνὴρ τῇ εὐσεβεῖ ταύτῃ πολιτείᾳ χρήσιμος γεγονὼς, καὶ ἐν τοῖς κοινοῖς πράγμασιν εὐδόκιμος φανεὶς, ὡς καὶ μεμαρτύρηται παρὰ τῆς κρατούσης τύχης καὶ τῆς ὑψηλοτάτης καθέδρας, ὅστις ἐκ προοιμίων τῆς αὐτοῦ ἀφίξεως ἔδειξεν τὸ φύσει προσὸν τῇ αὐτοῦ ἐνδοξότητι πρᾷον τὸ λυσιτελοῦν ἑκάστῳ ἁῄἂἆκοπῶν. θελήσατε τοίνυν, τοῦτο τὸ δικαστικὸν πρόσταγμα δεχόμενοι, χορηγῆσαι τοῖς προδηλωθεῖσιν εὐκαθοσιώτοις Νουμίδοις Ἰουστινιανοῖς, διὰ Βηρυλλᾶ τοῦ καθωσιωμένου αὐτῶν ὀπτίονος, εἰς ἄνδρας πεντακοσίους ὀκτὼ τελοῦσιν, ὑπὲρ μηνὸς σεπτεμβρίου καὶ ὀκτωβρίου καὶ νοεμβρίου καὶ δεκεμβρίου τῆς παρούσης δωδεκάτης ἐπινεμήσεως, ἀκολούθως τῇ ὑποτεταγμένῃ γνώσει, εἰδότες ὡς εἰ κατά τι ῥᾳθυμία τις παρακολουθήσῃ, οὐκ ἐκτὸς ἔσεσθε δικαστικῆς κινήσεως· διὰ γὰρ τοῦτο ἐκ τάξεως ἀπέσταλται legi legi τοῖς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου χρὴ ἐκ τῆς ὑμετέρας κώμης τὸ ὑποτεταγμέον μέτρον ἀπαιτηθῆναι καὶ παρασχεθῆναι τοῖς γενναιοτάτοις Νουμίδοις Ἰουστινιανοῖς, διὰ Βηρυλλᾶ τοῦ καθωσιωμένου αὐτῶν ὀπτίωνος, ὑπὲρ μηνὸς σεπτεμβρίου καὶ ὀκτωβρίου και νοεμβρίου καὶ δεκεμβρίου τῆς παρούσης δωδεκάτης ἐπινεμήσεως ἀπροκρίτως, ἄχρι κομιδῆς τοῦ εὐτυχεστάτου προδηληγάτου τῆς αὐτῆς δωδεκάτης ἰνδικτίονος. δηλαδὴ τῆς καταβολῆς γιγνομένης τὰς φορμαρίας κομίζεσθε. σίτου μόδιοι σμγ γ οἰνοκρέου Βϡιϛ οὕτως τῷ ὀπτίωνι σίτου μόδιοι σκ οἰνοκρέου Βχνα τῷ αὐτῷ ὑπὲρ δηπουτάτου σίτου μόδιοι ζ οἰνκρέου πη τῷ δημοσίῳ σίτου μόδιοι ιϛ γ οἰνοκρέου ροζ