Ancient Greek
P.Cair. Masp. 3 67322
Documentary Papyri, P.Cair. Masp. 3 67322
Not analysed yet
παρὰ μὰ τὴν κεφαλὴν τοῦ Χριστοῦ, ἐὰν μὴ παραδώσῃς τοὺς γεωργοὺς πρὸς τὴν γνῶσιν Μακαρίῳ τῷ ποιμένι, οὐδεὶς παρέχει ταῦτα εἰ μὴ ἡ σὴ ἀδελφότης. Θεὸς γὰρ οἶδεν, πάνυ ὠλιγώρησεν ὁ λαμπρότατος κύριος Μηνᾶς περὶ τοῦ ποιμένος ἐλθόντος καὶ εἰπόντος αὐτῷ, καὶ τὴν ἀγανάκτησιν σκευάζει ἥνπερ ὡς ὁ Θεὸς οἶδεν ὀκνῶ πιστεῦσαι. πείθω γὰρ ἐμαυτὸν ὅτι …οὐκ ἀνέχεται πρᾶγμα λυποῦντα ὑμᾶς ἢ ζημιοῦντα ποιῆσαι …χαρίσαι οὖν καὶ ε…αυτω καὶ …μι…μασι καὶ παράδος τοὺς γεωργοὺς πρὸς τὴν γνῶσιν τὴν πεμφθεῖσάν σοι παρʼ ἐμοῦ ἵνα ἀπαλλάχθῃς τῆς θλίψεως ταύτης. τὸν δὲ κοινὸν ἀδελφὸν Ἀπολλον διὰ τὸν Θεὸν παραυτὰ πέμψατέ μοι μετὰ τῶν προσώπων ἐπίδος τῷ …ἀδελφῷ Διοσκόρῳ Ἀπολλῶτος πρωτοκωμήτῃ Ἰωάννης