Ancient Greek
P.Cair. Zen. 1 59016
Documentary Papyri, P.Cair. Zen. 1 59016
Not analysed yet
Δημήτριος Ζήνωνι χαίρειν. ἐν τῆι Τύρωι ἀγοράσματά τινα λαβὼν ἀνήλωκα τὸ ἐφόδιον. καλῶς ἂν οὖν ποιήσαις δοὺς Νικάδαι τῶι τὰ γράμματά σοι ἀποδεδωκότι δραχμὰς ρν. ἔφθασεν δέ με προαπελθὼν Χάρμος, ἐπεὶ μετʼ ἐκείνου ἂν αὐτὸν ἀπέστειλα. φρόντισον δὲ ἵνα καὶ τὸν Νικάδαν ἀποστείλῃς εἰς Βηρυτὸν μετʼ ἀσφαλείας. γράψον δέ μοι καὶ ὅπου δεήσει τὸ κερμάτιον ἀποστεῖλαι. ἔρρωσο. ἔτους κζ, Ἀπελλαίου ιγ. παρὰ Δημητρίου τοῦ ἐν Κύπρωι γραμματέως ἀργυρίου δραχμὰς ρν. Ζήνωνι.