Ancient Greek
P.Cair. Zen. 1 59018
Documentary Papyri, P.Cair. Zen. 1 59018
Not analysed yet
Ἀλέξανδρος Ὀρύαι χαίρειν. ἐκομισάμην τὸ παρὰ σοῦ ἐπιστόλιον, ἐν ὧι ὑπέγραψάς μοι τήν τε παρὰ Ζήνωνος πρὸς Ἰεδδοῦν γεγραμμένην, ὅπως ἂν, ἐὰν μὴ ἀποδιδῶι τὰ ἀργύριον Στράτωνι τῶι παρὰ Ζήνωνος παραγενομένωι, ἐνέχυρα αὐτοῦ παραδείξωμεν αὐτῶι. ἐγὼ μὲν οὖν ἄρρωστος ἐτύγχανον ἐκ φαρμακείας ὤν, συναπέστειλα δὲ Στράτωνι παρʼ ἡμῶν νεανίσκον καὶ ἐπιστολὴν ἔγραψα πρὸς Ἰεδδοῦν. παραγενόμενοι οὖν εἶπόν μοι μηθένα λόγον πεποιῆσθαι τῶι ἐπιστολίωι μου, αὐτοῖς δὲ χεῖρας προσενεγκεῖν καὶ ἐγβαλεῖν ἐκ τῆς κώμης. γέγραφα οὖν σοι. ἔρρωσο. ἔτους κζ, Περιτίου ἐμβολίμου κ. Ὀρύαι.