Ancient Greek
P.Cair. Zen. 1 59019
Documentary Papyri, P.Cair. Zen. 1 59019
Not analysed yet
…λ…ς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνω δὲ καὶ αὐτός. μετὰ τό σε ἐκπλεῦσαι εἰσήγαγον τὸν θεραπεύοντα τοὺς δορκαδέους, καὶ ἐπισκεψάμενος ἔφη αὐτοὺς ἐκ κρεῶν ὠμῶν ἐξηιρῆσθαι, καὶ διὰ τοῦτο πεπονηκέναι αὐτούς. κηροειδεῖς μὲν οὖν οὐκ ἔφησεν δύνατον εἶναι, μετʼ ἐνιαυτὸν γὰρ ἔφη μεταπεσεῖσθαι αὐτούς, ἐ…εῖς δὲ αὐτοὺς ἔφησεν ποιήσειν, μετὰ πραγματείας δʼ ἔφησεν πολλῆς, ὥστε μὴ ἀξίους ἔφησεν εἶναι τοιαύτης. περὶ δὲ τῆς θεραπείας πειρασόμεθα μὲν χαλκιαίους, εἰ δὲ μή γε, διχαλκιαίους· αὐτὸς μὲν γάρ φησιν ἡμιωβελιαῖον θεραπεύειν ἐπὶ αὐλῆι τὸν ἀστράγαλον· ἔξεστιν δʼ ἔφη ἐρωτῆσαι Ἀντίπατρον τὸν Ἐτησίαν, τούτωι γὰρ ἔφησεν τεθεραπευκέναι. σὺ οὖν, ὡς ἂν τάχιστα λάβηις τὰ γράμματα, γράψον μοι περὶ τούτων τ… πρὸ τοῦ τὸν καιρὸν ἐγδραμεῖν. γίνωσκε δὲ καὶ Πάτρωνα οὐ βουλόμενον ἀναλαμβάνειν Ἀπολλοφάνην, ἀλλὰ ὄχλον ἡμῖν παρεσχηκότα πολύν. ἐγὼ δὲ προσῆλθον Μέλανι καὶ ἕτοιμος ἦν γνωστὴρ ἐπιγραφῆναι αὐτός τε καὶ ἄλλος τῶν πολιτῶν. ἐκεῖνος δὲ ὁρῶν ταῦτα ὅτι οὐδʼ ὣς ὑπολειφθήσεται, καὶ ἡμῶν μαχομένων δίχʼ αὐτῶι, ἀνέλαβεν αὐτόν. τὰ δὲ λοιπά σοι γράψω ἀκριβέστερον, νῦν μὲν γάρ μοι οὐκ ἐξεποίησεν. πειρῶ δέ μοι ὅτι τάχος γράφειν περὶ πάντων. ἔρρωσο. Ζήνωνι.