Ancient Greek
P.Cair. Zen. 1 59028
Documentary Papyri, P.Cair. Zen. 1 59028
Not analysed yet
Σατύρα Ζήνωνι χαίρειν. Ἀπολλωνίου συντάξαντος ἱματισμὸν ἡμῖν δοῦναι, ἐμοί τε καὶ τῆι μητρί, εὑρήσεις δὲ καὶ τὸ ὑπόμνημα ὃ ἔγραψεν Ἀπολλώνιος περὶ τούτων, ἀπʼ ἐκείνου γὰρ οὐκ εἰλήφαμεν, ἤδη δʼ ἐστὶν ἔτος τούτο δεύτερον. καλῶς ἂν οὖν ποιήσαις ἐπισκεψάμενος καὶ ἐμφανίσας Ἀπολλωνίωι …ι περὶ ἡμῶν μνείαν ποίησαι, ὅπως μὴ γυμνοὶ ὦμεν. καὶ τοῦτο δότω ἰδίαι παρὰ σοῦ ἔχειν. καὶ περὶ τοῦ ὀψωνίου ἐπίσκεψαι· ὅλως οὐκ εἰλήφαμεν ἀλλʼ ἢ ἅπαξ, καὶ τοῦτο ὃ σὺ τοῖς Δημητρίοις ἀπέστειλας δοῦναι ἡμῖν. καλῶς ἂν οὖν ποιήσαις καὶ περὶ τούτων ἐπισκεψάμενος, εἰ καί σοι δοκεῖ, ὅτι συντομώτατα. ἔρρωσο. Σατύρας τοῦ κορασίου. Ζήνωνι.