Ancient Greek
P.Cair. Zen. 1 59029
Documentary Papyri, P.Cair. Zen. 1 59029
Not analysed yet
Ἀντιμένης Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ὑγίαινον δὲ καὶ ἐγώ. ἐν ἀρχῆι μὲν διὰ τὸ τὸν τοῦ Ἡρακλείδου υἱὸν Ζήνωνα πλειονάκις ἡμᾶς πλανῆσαι καὶ διὰ τὸ Δωρίδα ἀρρωστῆσαι καὶ μὴ δύνασθαι πλεῦσαι, ὠκνοῦμέν σοι γράφειν, νυνὶ δὲ γίνωσκε μετʼ Ἀρίστωνος συναπεσταλκότας ἡμᾶς αὐτὴν ἐν τῶι τοῦ Ζήνωνος πλοίωι, καὶ τῶι Ζήνωνι ἐνετειλάμεθα τὴν πᾶσαν ἐπιμέλειαν αὐτῆς ποιεῖσθαι, καὶ αὐτοὶ δὲ συνεθήκαμεν αὐτῆι ὅσα ηἴτησεν ἡμᾶς εἰς τὸν πλοῦν. ἔρρωσο. ἔτους κη, Ὑπερβερεταίου …Ζήνωνι τῶι παρʼ Ἀπολλωνίου.