Ancient Greek
P.Cair. Zen. 1 59037
Documentary Papyri, P.Cair. Zen. 1 59037
Not analysed yet
……ον ὅτι παρὰ τοῦ Δανάου υἱοῦ ἀπεστάλη καὶ ἐγράφη πρὸς τοῦτον τοῦ Ξανδικοῦ · κη ἔτους παρά τε Ἀπολλοδότου καὶ Κρατίνου τοῦ Δανάου ἵνα οἰκονομηθῆι δοθέντων ταλάντων εἴκοσι τῶι βασιλεῖ, ὁ δʼ ἀποσταλεὶς οὐκ ἀποδέδωκεν αὐτῶι τὰ γράμματα, ἀλλʼ ἔστι ἐν Ἀλεξανδρείαι σκηνῶν ἐν τοῖς Ἀριστοβούλου φθειρόμενος· ὄνομα δʼ ἐστὶ αὐτῶι Ἡδύλος· καὶ ὅτι Πάγκρις ὁ μετὰ Δανάου διατρίβων διʼ Ἐπικύδους αἰτεῖται τὴν νομοφυλακίαν, ὁ δὲ εἰς τοῦτον βάλλεται. ἵνα οὖν μηθὲν αὐτῶι γένηται τῶν φιλανθρώπων· ἔστι γὰρ ἀλλότριος καὶ διαβάλλων ὡς διὰ τούτου τὰ περὶ Δάναον γέγονεν. λαβὲ δʼ ἡμῖν ἐπιστολὰς παρʼ αὐτοῦ πρὸς Ἀπολλόδοτον καὶ Λάαγον καὶ Ἱκέσιον, ἔστωσαν δὲ ὑπὲρ ἡμῶν φιλάνθρωποι, καὶ αὐτὸς δὲ γράψον. λαβὲ δὲ καὶ πρὸς Ἰάσονα τὸν τραπεζίτην ὅτι διαλέλυται ἡμῶν ἐντυχόντων· γέγραφε γὰρ καὶ πρὸς Ἀπολλόδοτον.