Ancient Greek
P.Cair. Zen. 1 59038
Documentary Papyri, P.Cair. Zen. 1 59038
Not analysed yet
Ἀμύντας Ζήνωνι χαίρειν. Δημητρίωι …τατ… ας ἀκατασκεύωι ὄντι ἐχρήσαμεν ἀξιώσαντι ποτηρίδια, ψυκτηρίσκον τε στατόν, χωροῦντα χόα καὶ μικρῶι πλέον, ὃν συνέθηκεν ἔξωθεν Ἀπολλώνιος Τρυφέραι, καὶ Ἀντιπατρίδια ἑτερόζυγα δύο καὶ ψυκτήριον καὶ κύαθον. πυνθανόμεθα δὲ αὐτὸν ἐν φυλακῆι εἶναι ……ἐὰν οὖν σοι φαίνηται, καλῶς ἂν ποιήσαις …κομισάμενος, εἰ καταχωρίζεται τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν, εἰ δὲ μή, ἐάσας ἔχειν αὐτόν. καὶ τὰ λοιπὰ δὲ πολυωρῶν αὐτοῦ χαριεῖ μοι ὡς ἐνδέχεται μάλιστα, ἕως ἂν Ἀπολλώνιον ἡμεῖς ἀξιώσωμεν περὶ αὐτοῦ λαβόντες εὐκαίρως. ἔρρωσο. Ἀμύντου περὶ τῶν χρησθέντων ἀργυρωμάτων Δημητρίωι. ἔτους κη, Αὐδναίου κε, ἐπὶ τοῦ ὅρμου. Ζήνωνι.