Ancient Greek
P.Cair. Zen. 1 59041
Documentary Papyri, P.Cair. Zen. 1 59041
Not analysed yet
…πρὸς τὰ λογεύματα τοῦ κζ ἔτους ἀπηγμένου δὲ εἰς τὸν Ἀρσινοίτην ὡς ὄντα Διοσκουρίδου ὑπηρέτην, ἀκούσας δὲ παρʼ ἡμῶν ὅτι οὐκ ἔστιν Διοσκουρίδου ὑπηρέτης, ἀλλὰ ἡμέτερος ἦν λογευτής, νῦν δὲ Ἀθηνοδώρου τοῦ ἐγλαβόντος Μέμφιν, ἅμα δὲ καὶ μαινόμενος ὅτι οὐκ ἠβούλετο αἰτούμενος ἀργύριον δοῦναι προσήγγειλεν αὐτὸν Νικάνορι καὶ ἀπήγαγεν. συνέταξεν οὖν Ἀπολλώνιος Θεοδώρωι γράψαι Ζωίλωι καὶ Μνησιστράτωι ἀποδοῦναι ἡμῖν τὸν ἄνθρωπον. καλῶς ἂν οὖν ποιήσαις φιλοτιμηθείς, ὥσπερ ἐπίστηι, ὅπως παρὰ τοῦ Θεοδώρου λάβηις τὰ ἐπιστόλια καὶ ἀποστείληις ἡμῖν. ἔρρωσο. ἔτους κη, Τῦβι κε. …ὑπηρέτου …ἔτους κη, Περιτίου …ἐν Βουβάστωι. Ζήνωνι.