Ancient Greek
P.Cair. Zen. 1 59042
Documentary Papyri, P.Cair. Zen. 1 59042
Not analysed yet
Ἀμύντας Ζήνωνι χαίρειν. Ἀλέξανδρος ὁ ἀποδιδούς σοι τὴν ἐπιστολὴν τῶν φίλων τινὸς τῶν ἐμῶν ἐστὶν οἰκεῖος καὶ αὐτῶι δέ μοί εἰσι συνήθειαι, τυγχάνει δὲ προκεχειρισμένος ὑπό τινος. χαριεῖ οὖν μοι συσπουδάσας, εἰ ἔστιν ἐν δυνατῶι, ἀφεθῆναι αὐτόν. ἔστι γὰρ καὶ τῶι σώματι ἀσθενέστερος διὰ τὸ ἐν ἀρρωστήματι εἶναι. ἔρρωσο. Ἀμύντου περὶ Ἀλεξάνδρου. ἔτους κη, Περιτίου ιε, ἐν Βουβάστωι. Ζήνωνι.