Ancient Greek
P.Cair. Zen. 1 59043
Documentary Papyri, P.Cair. Zen. 1 59043
Not analysed yet
Ἀμύντας Ζήνωνι χαίρειν. καὶ πρότερόν σοι ἐγράψαμεν ὅτι τὰ σώματα ἐνοχλεῖ ἡμᾶς τὸ ὀψώνιον ἀπαιτοῦντα, καὶ νῦν δὲ ἀξιοῦσίν τι δίδοσθαι αὐτοῖς, εἰ μέλλουσιν εὐτακτῆσαι. καλῶς οὖν ποιήσεις γράψας ἡμῖν εἰ διδῶται αὐτοῖς. Ἀπολλώνιος μὲν γὰρ πρὸς πλείοσιν ἐστὶν ὥστε περὶ τούτων φροντίζειν. ἔρρωσο. Ἀμύντου περὶ τῶν ὀψωνίων τοῖς παισίν. ἔτους κη, Περιτίου κ, ἐν Βουβάστωι. Ζήνωνι