Ancient Greek
P.Cair. Zen. 1 59045
Documentary Papyri, P.Cair. Zen. 1 59045
Not analysed yet
Ἀμύντας Ζήνωνι χαίρειν. Ζώπυρος ὁ τὴν ἐπιστολήν σοι ἀποδιδούς ἐστιν υἱὸς Σωσιγένους τοῦ Καυνίου· γεγράφαμεν δὲ καὶ πρὸς Ἀπολλώνιον περὶ αὐτοῦ ἀξιωθέντες ὑπό τινων. καλῶς ἂν οὖν ποιήσαις, ὡς ἂν εὐκαιροῦντα λάβηις Ἀπολλώνιον, εἰσαγαγὼν αὐτόν, ἵνα ἐντύχηι ὑπὲρ ὧν ἀποδεδήμηκεν. ἔρρωσο. Ἀμύντου περὶ Ζωπύρου τοῦ Σωσιγένους υἱοῦ. ἔτους κη, Περιτίου κβ, ἐν Βουβάστωι. Ζήνωνι.