Ancient Greek
P.Cair. Zen. 1 59046
Documentary Papyri, P.Cair. Zen. 1 59046
Not analysed yet
Ἀμύντας Ἀπολλωνίωι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ἔρρωμαι δὲ καὶ αὐτός. ἠξίωσεν ἡμᾶς Μένανδρος ὁ παρʼ Ἡρακλείδου γράψαι σοι ἵνα περὶ ὧν ἀποδεδήμηκεν πρὸς σὲ ἐντύχηι σαυτῶι εὐκαίρως. καλῶς ἂν οὖν ποιήσαις δοὺς αὐτῶι σαυτὸν εὐκαίρως. ὅμοιος γάρ ἐστιν ἄνθρωπος φροντίζοντι ὑπὲρ σοῦ. ἔρρωσο. Ἀμύντου περὶ Μενάνδρου Ἀπολλωνίωι.