Ancient Greek
P.Cair. Zen. 1 59053
Documentary Papyri, P.Cair. Zen. 1 59053
Not analysed yet
Ἀμύντας Ζήνωνι χαίρειν. ὑπολαμβάνομεν ἀποδημίαν ἡμῖν παραγγελήσεσθαι, τὰ δὲ πλοῖά ἐστιν ἡμῶν ἀκατάσκευα. καλῶς ἂν οὖν ποιήσαις φροντίσας ὅπως γένωνται ἡμῖν τά τε στεγάσματα τοῖς πλοίοις καὶ τὰ λοιπὰ χρηστά τε καὶ τοῦ καλῶς ἔχοντος· ἀργύριον δὲ εἰς ταῦτα χαριεῖ ἡμῖν συντάξας ἐν Μέμφει δοθῆναι, παρʼ ἡμῶν δὲ ἐν πόλει κομιῆι· καὶ τὴν ταχίστην, ἵνα γενόμενα ὡς ἂν παραγένηι εἰς πόλιν καταγάγηις ἡμῖν. ἀπεστάλκαμεν δέ σοι τὴν γραφὴν πάντων Ἕρμωνα κομίζοντα καὶ ἅμα ἵνα γένηται πρὸς τούτοις. ἔρρωσο. ἔτους κη, Δύστρου ιϛ. …ου… …Ἕρμωνος. Ζήνωνι.