Ancient Greek
P.Cair. Zen. 1 59054
Documentary Papyri, P.Cair. Zen. 1 59054
Not analysed yet
ὑπόμνημα Ζήνωνι ὧν δεῖ κατασκευασθῆναι εἰς τὸν κέρκουρον. πρυμνητικὴ μῆκος πηχῶν ια πλάτος πηχῶν ϛ 𐅵ἔχουσα συναγωγὴν εἰς πήχεις γ τοῦ ἄκρου συνοξῦναι τοῦ περὶ τὴν πρύμναν πλάτος πήχεις β 𐅵ἄλλη μῆκος πηχῶν ι πλάτος πηχῶν ϛ 𐅵ἄλλη μῆκος πηχῶν ια πλάτος πηχῶν ϛ 𐅵ἄλλη πρῳρατικὴ μῆκος πηχῶν η συνοξῦναι περὶ τὴν πρῷραν ἐπὶ πήχεις ϛ τοῦ ἄκρου πλάτος πήχεις β 𐅵κυβαίας. πρυμνητικὴ μῆκος πήχεις ια πλάτος πήχεις ζ 𐅵συναγωγὴν ἔχουσα ἐπὶ πήχεις γ πλάτος τῆς συναγωγῆς πήχεις β 𐅵ἄλλη μῆκος πηχῶν ι πλάτος πήχεις ζ 𐅵ἄλλη μῆκος πηχῶν ια πλάτος πηχῶν ζ 𐅵πρῳρατικὴ μῆκος πηχῶν η πλάτος πηχῶν ζ 𐅵αὐλαίαν λινῆν μάλιστα μὲν οὖσαν εἰς ἑξήκοντα πήχεις, εἰ δὲ μή, ὁπόσων ἂν ὦσιν ῥίσκον χωροῦντα ὅσον στολὰς δέκα ἄλλον ἐλάσσω σκηνὴν μάλιστα μὲν πεντακλινικήν ἐὰν δὲ μικρῶι ἐλάσσων ἦι, μηθέν σοι διαφερέτω αὐλαίαν ἐρεᾶν θόλωι μῆκος πηχῶν κϛ πλάτος πήχεις γ 𐅵ἀριστοφόρον μεῖζον θυρεοὺς β μαχαίρας σιδηροκολέους β σκυτοκολέους β …κους …ὑπηρέσια κερκούρου κ …ρτην α χάρτας ἐγδοῦναι πεντηκοντακόλλους ν καὶ τῶν νῦν γινομένων χρηστοὺς ρ ……Ἕρμων. Ζήνωνι ὑπόμνημα.