Ancient Greek
P.Cair. Zen. 1 59056
Documentary Papyri, P.Cair. Zen. 1 59056
Not analysed yet
Ἀπολλόδοτος Ζήνωνι χαίρειν. εἰ αὐτός τε ἔρρωσαι καὶ τὰ ἄλλα σοι κατὰ γνώμην ἐστίν, εἴη ἂν ὡς ἡμεῖς θέλομεν· ἐρρώμεθα δὲ καὶ αὐτοί. …εἰς Καῦνον συνήντησεν ὅ τε πατήρ σου καὶ οἱ ἀδελφοὶ …πε… αὐτοῖς ἐποιήσαμεν καὶ παρεκαλέσαμεν ἵνα καὶ εἰς τὸ λοιπὸν …ἐντυγχάνωσιν ἡμῖν. καλῶς δʼ ἂν ποιήσαις καὶ σὺ ἐκείνοις τε γράψας …λέγειν περὶ ὧν ἂν χρείαν ἔχωσιν καὶ πρὸς ἡμᾶς ἐπιστείλας τὶ ἂν …ποιοῦντες χαριζοίμεθά σοι. νῦν μὲν γὰρ ἐν τῶι παντ… παρὰ σοῦ ἐθαυμάζομεν τὶ τὸ αἴτιόν ἐστιν. ἔρρωσο. ἔτους κη, Περιτίου ι. Ἀπολλόδοτος φιλάνθρωπον περὶ τοῦ πατρός. ἔτους κη, Δύστρου κδ, ἐν Μέμφει. Ζήνωνι.