Ancient Greek
P.Cair. Zen. 1 59057
Documentary Papyri, P.Cair. Zen. 1 59057
Not analysed yet
Ζωίλος Ἀλεξάνδρωι χαίρειν. καλῶς ἂν ἔχοι εἰ ἔρρωσαι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. ἐκομισάμην τὰς ἐπιστολὰς καὶ οὐκ ἀμελῶ περὶ ὧν ἂν ἡμῖν γράφηις. σὺ δὲ καλῶς ποιήσεις ἐκπονήσας ἵνα ἡμῖν γίνηται ἅ σοι ἐνετειλάμεθα κατὰ τὸ ὑπόμνημα, τούτου δὲ γενομένου ἐπίστασο ὅτι ὀφειλήσω σοι χάριν ἱκανήν. προσάγαγε οὖν τῶι Ἀπολλωνίωι καὶ ἄλλους τῶν σῶν φίλων καὶ πρόσθες τούτοις τι, ἐὰν καὶ Ἀντιόχωι δοκῆι. μὴ οὖν ῥαθυμήσηις. λαβὲ δὲ καὶ παρὰ Ζήνωνος τοῦ Ἀπολλωνίου ὑποζύγιον, ὃ ἄν σοι δῶι, καὶ ἐξάγαγέ μοι, καὶ μὴ ὀλιγώρως· οἶδα γὰρ ὅτι δυνήσει σὺ οἰκονομήσασθαι τὴν ἐξαγωγήν. ἔρρωσο. ἔτους κη, Δύστρου κβ. ἱππάρχηι, τῶι Νικάνορος υἱῶι. Ἀλεξάνδρωι.