Ancient Greek
P.Cair. Zen. 1 59082
Documentary Papyri, P.Cair. Zen. 1 59082
Not analysed yet
Φιλοκράτης Ζήνωνι χαίρειν. ἀπέσταλκά σοι …τ…νετ…στι …ησκαι… …αμ… λοπάδια β, καὶ ἄλλα πετραίων λοπάδια δύο ,ἐν ἀμφοτέροις σκαρία, τριγλία πικρὰ ε, καὶ γλαυκίσκου λοπάδια β, ἐν οἷς τεμάχη ε, ὀστρακείων μῦες λ, χῆμαι τραχεῖαι …,λεῖαι κ, ὄστρεα λη. ὧν ἡ τιμὴ παντ…κ… εἰ δὲ μὴ ὁ σιτοποιὸς ἐπεκώλυσεν, ηρα ἄν σοι ἀπεστάλη· ἔφθανε γάρ. ἔρρωσο. Φιλοκράτης περὶ ὄψου οὗ ἀπέσταλκεν. ἔτους κθ Δαισίου κα, ἐν Ἀρσινόηι. Ζήνωνι.