Ancient Greek
P.Cair. Zen. 1 59083
Documentary Papyri, P.Cair. Zen. 1 59083
Not analysed yet
Πεισικλῆς Ζήνωνι χαίρειν. ὑπογέγραφά σοι τοῦ ἀγορασθέντος διὰ Φιλοκράτους ὄψου τὰς τιμάς· σκάρων ε καὶ τριγλῶν …δραχμ …,γλαυκίσκου α, καππάρου α, ἀμιῶν δ δραχμὰς β ὀβολὸν, ἑψητὸς διώβολον ἡμιωβέλιον, ὄστρεα, χῆμαι λεῖαι καὶ τραχεῖαι …,ἀρτύματα χλωρὰ ἡμιωβέλιον, συκάμινος ἡμιωβέλιον, ῥοῦς ἡμιωβέλιον, τυρὸς τέταρτον, ἅλες τέταρτον, γίνονται δραχμαὶ ϛ ὀβολὸς α ἡμιωβέλιον. ἔρρωσο. Πεισικλῆς περὶ ὄψου τοῦ ἀγορασθέντος διὰ Φιλοκράτους δραχμῶν ϛ ὀβολοῦ α 𐅵. ἔτους κθ, Δαισίου κα, ἐν Ἀρσινόηι. Ζήνωνι.