Ancient Greek
P.Cair. Zen. 1 59106
Documentary Papyri, P.Cair. Zen. 1 59106
Not analysed yet
Ἀπολλώνιος Πανακέστορι χαίρειν. περὶ τῶν ξύλων ἡμεῖς μὲν οὐ δυνάμεθά σοι ἀποστεῖλαι, σὺ δὲ καὶ ἐξ αὐτοῦ τοῦ νομοῦ συναγόραζε καὶ εἰς τὸν Μεμφίτην ἀπόστειλον, ὁμοίως δὲ καὶ εἰς τὸν Ἀφροδιτοπολίτην καὶ Ἡρακλεοπολίτην· καὶ ὅθεν ἂν ἑτέρωθεν δύνησθε, συναγοράζετε, ὅσων ἂν χρείαν ἔχητε. ἔρρωσο. ἔτους κθ, Ὑπερβερεταίου κ, Θῶυθ κα. κε ξύλων. Πανακέστορι.