Ancient Greek
P.Cair. Zen. 1 59107
Documentary Papyri, P.Cair. Zen. 1 59107
Not analysed yet
Ἀπολλώνιος Πανακέστορι χαίρειν. τὸ πλοῖον ἔτι πρότερον ἀπεστάλκειμεν ἄν σοι, ἀλλʼ ὁρῶμεν μέγα ἀνήλωμα ἐσόμενον εἰς τοὺς ναύτας. εἰ μὲν οὖν δύνασαι τῶν ἐν Κερκῆι τισὶν δοῦναι, οἵτινες ἐργῶνται καὶ διαθρέψουσι τοὺς ναύτας, ὅταν δέ σοι χρεία ἦι τοῦ πλοίου ἀποχρήσουσι, γράψον ἡμῖν· ἀποστελοῦμεν γάρ σοι. εἰ δὲ μή, οὐχ ὁρῶ πῶς δυνάμεθα καθημένοις τοῖς ναύταις τὸν πλεῖστον χρόνον τοὺς μισθοὺς διὰ παντὸς διδόναι. ἔρρωσο. ἔτους κθ, Ὑπερβερεταίου κγ, Θῶυθ κδ. ἔτους κθ, Φαῶφι β. Ἀπολλώνιος φυτείας. Πανακέστορι.