Ancient Greek
P.Cair. Zen. 1 59120
Documentary Papyri, P.Cair. Zen. 1 59120
Not analysed yet
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. παρὰ Διονυσοδώρωι τῶι Διονυσίου υἱῶι κατελίπομεν βατιάκια β ἐν θήκηι διὰ τὸ προλαβεῖν παρʼ αὐτοῦ κερμάτιον εἰς ἐφόδια. ἐπεὶ οὖν ἀπεστάλκαμεν τὰ σύμβολα, ἀποδοθήτω αὐτοῖς καὶ κόμισαι τὰ βατιάκια παρὰ Διονυσοδώρου. γεγράφηκα δὲ καὶ ἐγὼ αὐτῶι ἵνα σοι ἀποδῶι. κομισάμενος δέ, ἐάν τις παραγίνηται ἐπιτήδειος, δὸς ἵνα ἀπενέγκηι ἡμῖν. ἔρρωσο. ἔτους κθ, Αὐδναίου δ, Χοίαχ δ. Ἀρτεμίδωρος βατιακῶν. Ζήνωνι.