Ancient Greek
P.Cair. Zen. 1 59121
Documentary Papyri, P.Cair. Zen. 1 59121
Not analysed yet
Ζήνωνι χαίρειν Κτησίας. γίνωσκε οὐ δυνάμενόν με διαθέσθαι τὰ δύο κεράμια τοῦ ἀντακαίου· συντάσσει δὲ ὁ Ἱεροκλῆς ἀνηλίσκειν αὐτά, ἵνα μὴ καταφθαρῆι ὥσπερ καὶ τὰ λοιπά. ὡσαύτως δὲ καὶ τὸν κόκκωνα οὐ δύναμαι διαθέσθαι διὰ τὸ παλαιὸν εἶναι αὐτόν. ἔρρωσο. ἔτους κθ …ἔτους κθ, Αὐδναίου, Χοίαχ ε. Κτησίας ἀντακαίου κεραμίων β ὅτι οὐ πέπραται. Ζήνωνι.