Ancient Greek
P.Cair. Zen. 1 59129
Documentary Papyri, P.Cair. Zen. 1 59129
Not analysed yet
Ζήνων Πανακέστορι χαίρειν. ἀπεστάλκαμέν σοι τό τε πορεῖον καὶ ἀργυρίου δραχμὰς ἑκατόν ,ἀριθμήσαντες Εὐτυχίδηι· πλεῖον μὲν γὰρ οὐκ ἠδυνήθημεν λαβεῖν. σύνταξον δὲ καὶ τῆς χλωροτάτης κριθῆς καὶ ἁδροτάτης ἀγώγια δύο ἀποστεῖλαι εἰς Κροκοδίλων πόλιν, ἵνα χῖδρα γένηται. ὡς δʼ ἂν ἀποτρίψωσιν αὐτάς, εὐθέως ἀγέτωσαν, ὅπως μὴ συγκαυθεῖσα ἔγλευκος γένηται καὶ ἀχρεῖος. καὶ τῆς κράμβης δὲ ἀπόστελλε ἡμῖν. ἔρρωσο. ἔτους κθ, Τῦβι κη. Πανακέστορι.