Ancient Greek
P.Cair. Zen. 1 59130
Documentary Papyri, P.Cair. Zen. 1 59130
Not analysed yet
……μὴ προνομευώμεθα, ὅτι τὴν γῆν τὴν Ἀπολλωνίου γεωργοῦμεν. καλῶς ἂν οὖν ποιήσαις γράψας Βουβάλωι καὶ Σπενδάτηι περὶ τοῦ γεωργοῦ ἵνα ἀφεθῆι ἕως ἂν οἱ τελῶναι παραγένωνται, ἵνα βοτανίζηται ἡ γῆ. παρέσομαι δὲ κατὰ τὸ τάχος πρὸς σέ. ὑπογέγραφα δὲ καὶ τῆς παρʼ Ἀπολλωνίου ἐπιστολῆς τὰ ἀντίγραφα. Ἀπολλώνιος Θράσωνι Παραμόνωι χαίρειν. τοὺς γεωργοὺς τοὺς ἐν Ταπτεια μὴ ἐνοχλεῖτε περὶ τῆς ἁλικῆς. ἔρρωσθε. ἔτους λ, Περιτίου ἐμβολίμου, Μεχεὶρ κγ. φέρει δὲ καὶ Πάτροκλος ὄρνιθας ἀγρίους δύο ,ὠιὰ χήνεα ϛ. Ζήνωνι.