Ancient Greek
P.Cair. Zen. 1 59134
Documentary Papyri, P.Cair. Zen. 1 59134
Not analysed yet
Ἀγαθῖνος Ζήνωνι χαίρειν. προσῆλθέν μοι Θεύδωρος περὶ ἀργυρίου φάμενός σε γεγραφέναι δοῦναι αὐτῶι, Κρότος δὲ παραγενόμενος ἀπεῖπεν μὴ δοῦναι. ὡς ἂν οὖν σοι φαίνηται, γράψον ἡμῖν. ἔρρωσο. ἔτους κθ, Φαμενὼθ ια. Ζήνωνι.