Ancient Greek
P.Cair. Zen. 1 59135
Documentary Papyri, P.Cair. Zen. 1 59135
Not analysed yet
Μῦς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ ἄλλα ἐστὶν κατὰ λόγον, εἴη ἂν ὡς ἡμεῖς βουλόμεθα· ὑγιαίνομεν δὲ καὶ αὐτοί, καὶ σοῦ καὶ μνημονεύομεν διὰ παντός, καὶ φροντίζομεν δὲ ἀκούοντες ὅτι κατατείνεις σαυτόν. χαρίζοιο ἂν οὖν μοι καὶ ἐπιμελόμενος ἅμα σαυτοῦ ὅπως ὑγιαίνηις καὶ ἡμῖν γράφων ὡς ἂν ἔχηις, ἵνα εἰδότες μὴ ἀγωνιῶμεν. ἔρρωσο. ἔτους κθ, Φαμενὼθ ιζ. Ζήνωνι.