Ancient Greek
P.Cair. Zen. 2 59145
Documentary Papyri, P.Cair. Zen. 2 59145
Not analysed yet
Ζήνωνι χαίρειν Σφραγίς. ἔδωκά σοι καὶ τὸ πρότερον ἔντευξιν περὶ ὧν περιεκόπην πορευομένη εἰς Σῶφθιν τὴν ἐν τῶι Μεμφίτηι ἐπʼ ἔρια. ἔστιν δὲ τὸ καθʼ ἓν ὧν ἀπώλεσα ἱμάτια β δραχμῶν ιβ καὶ ἔρια δραχμῶν β καὶ χαλκοῦ δραχμῶν β γίνονται δραχμαὶ ιϛ. δέομαι οὖν σου, εἰ καί σοι δοκεῖ, ἐλεῆσαί με γράψας Λεοντίσκωι τῶι ἀρχιφυλακίτηι ἐπισκεψάμενον τὴν λείαν ἀποδοῦναι. ἀνηγγέλκασι δὲ καὶ ἐμοὶ ὅτι εὑρήκασι. εὐτύχει. ἔτους λ, Δαισίου ια, Παῦνι α. Σφραγὶς ἐπ πρὸς Λεοντίσκον.