Ancient Greek
P.Cair. Zen. 2 59146
Documentary Papyri, P.Cair. Zen. 2 59146
Not analysed yet
Ἀγάθων Ζήνωνι χαίρειν. ἔδωκέ μοι Μῆστρις ἡ Ἀθηναίδος τῆς Μενίππου γυναικὸς μήτηρ ἃ ἔφη σὰ εἶναι, χλαμύδα α, χιτῶνας δύο ,τούτων τὸν ἕνα χειριδωτόν. εἴργασμαι οὖν αὐτὰ καὶ …παρʼ ἐμοί. γράψον οὖν μοι τίνι συντάσσεις δοῦναι αὐτά, ὃς ἀποκομιεῖ πρὸς σέ. ἔρρωσο. ἔτους γ… ἔτους λ, Δαισίου ιθ, Παῦνι ιθ, Ἀγάθων ὧν ἔχει παρὰ Μήστριος. Ζήνωνι.