Ancient Greek
P.Cair. Zen. 2 59148
Documentary Papyri, P.Cair. Zen. 2 59148
Not analysed yet
Ἱεροκλῆς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς λοιποῖς ἀπαλλάσσεις κατὰ νοῦν, εὖ ἂν ἔχοι· ὑγιαίνω δὲ καὶ αὐτὸς καὶ Ἐφάρμοστος. ἀπέσταλκεν Καλλικῶν παῖδα εἰς Ἡρακλέους πόλιν ὥστε καταγαγεῖν τι αὐτῶι, ὧι ὄνομα Ὀνήσιμος. ἠξίωσεν οὖν καὶ Πτολεμαῖος παρελθεῖν αὐτὸν πρὸς σέ. σὺ οὖν καλῶς ἂν ποιήσαις πριάμενος ἱμάτιον καὶ ἄλλο θερινὸν Πτολεμαίωι καὶ δοὺς τῶι παιδὶ ὅπως ἂν καταγάγηι, ἐπειδὴ σὺ μακρότερον ποιεῖς, Πτολεμαίωι δὲ τυγχάνει χρέα οὖσα· ἀκούων γὰρ ἄνω εὔωνα εἶναι οὐκ ἠγόρακεν ἐνθένδε. ἔρρωσο. ἔτους λ, Πανήμου ιβ, Ἐπεὶφ β. Ἱεροκλῆς κτήσιος. Ζήνωνι.