Ancient Greek
P.Cair. Zen. 2 59147
Documentary Papyri, P.Cair. Zen. 2 59147
Not analysed yet
Μῦς Ζήνωνι χαίρειν. καλῶς ἄν ποιήσαις, ἐὰν καί σοι φαίνηται, περιελὼν ἐκ τοῦ εἰκασμοῦ ὃν ἐγὼ φέρω παρειληφὼς σῖτον· παρεπιγέγραπται δέ σοι τὸ καθʼ ἓν ἐν τῶι εἰκασμῶι· χρήσιμον γάρ ἐστιν τοῦτο γενέσθαι, ἵνα μὴ διφορῆται. ἐγεγράφεις δὲ καὶ ἐν τῆι ἐπιστολῆι τῆι ὑπὲρ Νικάνορος μετρῆσαι αὐτῶι φακοῦ …η 𐅵χοίνικας ζ. ἔφη οὖν διημαρτῆσθαι καὶ ᾔτει ἡμᾶς ϙε. γράψον οὖν ἡμῖν πῶς ποιῶμεν. ἔρρωσο. ἔτους λ, Παῦνι ιε. ἔτους λ, Δαισίου ιθ, Παῦνι ιθ. Μῦς εἰκασμοῦ. Ζήνωνι.