Ancient Greek
P.Cair. Zen. 2 59155
Documentary Papyri, P.Cair. Zen. 2 59155
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ὁ βασιλεὺς συνέτασσεν ἡμῖν δισπορῆσαι τὴν γῆν. ὡς ἂν οὖν ἐχθερίσηις τὸν πρώιον σῖτον, εὐθέως πότισον τὴν γῆν ἀπὸ χειρός, ἐὰν δὲ μὴ δυνατὸν ἦι, κηλώνεια ἐπιστήσας πλείονα οὕτω πότιζε, μὴ πλείους δὲ πέντε ἡμερῶν σύσχηις τὸ ὕδωρ, καὶ καταψύξας εὐθέως κατάσπειρε τὸν τρίμηνον πυρόν. γράψον δὲ καὶ πρὸς ἡμᾶς πότε δύνασαι θερίζειν τὸν σῖτον. ἔρρωσο. ἔτους λ, Δίου ιγ, Ἁθὺρ γ. Ζήνωνι. …σπόρου.