Ancient Greek
P.Cair. Zen. 2 59156
Documentary Papyri, P.Cair. Zen. 2 59156
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. μοσχεύματα ἀπίων καὶ φυτὰ ὅτι πλεῖστα παρακόμισον ἐκ Μέμφεως, ἔκ τε τοῦ ἡμετέρου κήπου καὶ ἐκ τῆς ἄκρας, καὶ τῶν γλυκυμήλων δὲ λαβὲ παρʼ Ἑρμαφίλου, καὶ καταφύτευσον. ἔρρωσο. ἔτους λ, Δίου ιγ, Ἁθὺρ γ. ἔτους λ, Δίου κγ, Ἁθὺρ κγ. μοσχευμάτων. Ζήνωνι. μοσχευμάτων.