Ancient Greek
P.Cair. Zen. 2 59168
Documentary Papyri, P.Cair. Zen. 2 59168
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. σύνταξον πρὸς τῶι Ἰσιείωι οἰκοδομῆσαι Σαραπιεῖον παρὰ τὸ τῶν Διοσκούρων ἱερὸν καὶ τὸν ὥστε …ἀπολελειμμένον τόπον. ἐπιμελὲς δέ σοι ἔστω ὅπως παρὰ τὴν διώρυγα εἷς δρόμος ἀμφοτέρων ἱερῶν γένηται. ἔρρωσο. ἔτους …ἔτους …Δύστρου δ, Φαμενὼθ δ. Ἀπολλώνιος Σαραπιείου. Ζήνωνι.