Ancient Greek
P.Cair. Zen. 2 59170
Documentary Papyri, P.Cair. Zen. 2 59170
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ἀπεστάλκαμέν σοι ἐκ τοῦ Ἡλιοπολίτου νομοῦ εἰς πρᾶσιν οἴνου κεράμια ρ. φρόντισον οὖν ὅπως πραθῆι τοῦ καλῶς ἐχοντος, τὴν δὲ τιμὴν αὐτοῦ δὸς εἰς τοῦς ἀμφιτάπους. γράψον δʼ ἡμῖν πῶς τ… αὐτὸν ἀποδόσθαι καὶ …σοι προσαποστε… ὑπάρχει γὰρ ἡμῖν καὶ πλείων οἶνος ἐν τῶι Ἡλιοπολίτηι. ἔρρωσο. ἔτους λ, Δύστρου …Ζήνωνι.