Ancient Greek
P.Cair. Zen. 2 59192
Documentary Papyri, P.Cair. Zen. 2 59192
Not analysed yet
Πλάτων Ζήνωνι χαίρειν. Δημητρίου τοῦ ἀποδιδόντος σοι τὴν ἐπιστολήν, ὡς ἔοικεν, ὁ πατὴρ τυγχάνει τὰς διατριβὰς ποιούμενος ἐν τῶι Ἀρσινοίτηι νομῶι. βούλεται οὖν καὶ αὐτὸς ὁ νεανίσκος ἐκεῖ πράττειν τι. πυνθανόμενος δέ σε εἶναι ἐπιεικῆ, ἠξίωσάν τινές με τῶν φίλων γράψαι σοι περὶ αὐτοῦ, ἵνα κατατάξῃς που αὐτὸν παρὰ σοί. καλῶς οὖν ποιήσεις εὐχαριστήσας ἡμῖν καὶ φροντίσας ἵνα πράττηι τι, ὃ ἂν σὺ δοκιμάζηις ἐπιτήδειον εἶναι, καὶ τὰ λοιπὰ ἐπιμελόμενος αὐτοῦ, ἐάμπερ σοι ἦι χρήσιμος. σημεῖον δὲ ὅτι σοι ἀπέστειλα παρὰ Σώσου ἐρεβίνθου κριοῦ ἀρτάβας β ἠγορασμένας ἀνὰ δραχμὰς ε. πειράσομαι δὲ καὶ ἐκ Ναυκράτεως, ἐὰν ἦι, προσαγοράσαι σοι εἰς ἀρτάβας κ καὶ αὐτός σοι ἀναγαγεῖν. ἔρρωσο. ἔτους λα, μηνὸς Δίου ιβ. Ζήνωνι.