Ancient Greek
P.Cair. Zen. 2 59193
Documentary Papyri, P.Cair. Zen. 2 59193
Not analysed yet
…ος Ζήνωνι χαίρειν. ἐπεῖδον τὴν διαγραφὴν τ… ἐφαίνετό μοι ἱκανῶς ἔχειν …εστη… ἀρχιτέκτων ἀξιωθεὶς ὑφʼ ἡμῶν …τῆι οἰκήσει ἄλλους πήχεις κ. ἔστι γὰρ ἡ αὐλὴ ἐλάττων καὶ ἱππῶνα οὐκ ἔχει ὁ τόπος. καλῶς οὖν ποιήσεις συντάξας προσλαβεῖν τὸ πλῆθος τοῦτο καὶ ἐνεργεῖν ἤδη. τὰ δὲ ξύλα οὐκ ἐπικωλύσει. συνετάγη δὲ τῶι ἀρχιτέκτονι καὶ περικήπωι τόπον καταλιπεῖν καὶ τὸν πυλῶνα καὶ τὸ σιτοποιεῖον μεταθεῖναι. ἔρρωσο. ἔτους λα. Φαῶφι κζ οἰκήσεως. Ζήνωνι. οἰκήσεως.