Ancient Greek
P.Cair. Zen. 2 59194
Documentary Papyri, P.Cair. Zen. 2 59194
Not analysed yet
Δημήτριος Ζήνωνι χαίρειν. ἔγραψά σοι διότι συνέταξεν Διότιμος δοῦναι τῶι παρὰ σοῦ ἀποσταλέντι βανωτοὺς φ ὥστε τὴν τιμὴν κομίσασθαι τοῦ Φαῶφι. σὺ οὖν ἀπέστειλας πρὸς μὲ Θ…τ…ην γράψας τούτωι δοῦναι ὅπως κομισώμεθα τὴν τιμήν. ἐδόθησαν οὖν αὐτῶι υι. καλῶς οὖν ποιήσεις συμπέμψας μοι τό τάχος μετὰ τοῦ ἀποδιδόντος σοι τὴν ἐπιστολὴν τὴν τούτων τιμήν, καὶ μάλιστα μὲν πᾶσαν ἤδη, πρόσκειται γὰρ ὁ διαλογισμός, εἰ δὲ μὴ δύνατον πᾶν, τό γε ἥμισυ. τοὺς δὲ λοιποὺς δώσομεν εἰς τὸν Ἁθύρ, καθάπερ ἔγραψας ἡμῖν. ἔστιν δὲ ἡ τιμὴ τῶν υι εἰς ιβ τοῦ χρυσοῦ δραχμαὶ χπγ διώβολον. Δημήτριος περὶ τῶν πεντακοσίων βανωτῶν. ἔτους λα, Ἁθὺρ ε. Ζήνωνι.