Ancient Greek
P.Cair. Zen. 2 59224
Documentary Papyri, P.Cair. Zen. 2 59224
Not analysed yet
Ζήνωνι χαίρειν Τεῶς. πορείαν μὲν οὖν μου ποιουμένου εἰς Φιλαδέλφειαν, περιεκόπην ὑπὸ λῃστοῦ ἀποδημησας οὖν εἰς Ἀρσινοίδα εὑρίσκω τὸν ἄνθρωπον τὸν περικόψαντά με καὶ παρέδειξα αὐτὸν Ἑρμάει τῶι ἐκεῖ ἀρχιφυλακίτηι. καλῶς οὖν ποιήσεις γράψας πρὸς Ἑρμάιν ἐπιστολήν, ὅπως ἂν τὸ σῶμα ἀποκαταστήσηι πρὸς σέ, ἵνα ἐπὶ σὲ καταφυγὼν τοῦ δικαίου τύχω. εὐτύχει. ἔτους λβ, Ἁθὺρ ιε. Τεῶς λείας.