Ancient Greek
P.Cair. Zen. 2 59225
Documentary Papyri, P.Cair. Zen. 2 59225
Not analysed yet
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ἔρρωμαι δὲ καὶ ἐγὼ καὶ Ἀπολλώνιος ὑγίαινεν καὶ τὰ ἄλλα ἦν κατὰ γνώμην. τοῖς Λεπτίνου υἱοῖς Νικάνδρωι καὶ Μυρικῶντι ἐν Φαρβαίθωι ἵππος ἐστὶν μέλας, παραπρήματα μεγάλα ἔχων καὶ ἐπʼ οὐθὲν ἄλλο χρήσιμος ὢν ἔξω εἰς ὀχείαν. πυνθάνομαι δέ σοι γνωρίμους εἶναι τοὺς νεανίσκους ἐπὶ πλέον. καλῶς ἂν οὖν ποιήσαις μάλιστα μὲν ἀγοράσας μοι παρʼ αὐτῶν τὸν ἵππον εἰς ὀχείαν, ἐὰν ἦι μικροῦ τινος λαβεῖν· εἰ δὲ μή ἐστιν πώλιμος, χρήσαιμαι αὐτὸν εἰς τὴν ὀχείαν· ἐὰν γὰρ σπουδάσηις, οὐ μή σοι ἀντείπωσιν· ἐν πάσηι δὲ ἐπιμελείαι ἔσται. ὁποτέρως δʼ ἂν οἰκονομήσηις, χαριεῖ μοι γράψας τὴν ταχίστην, ἵνα εἰδῶ εἰ ὑπάρχει μοι. ὁ γὰρ παρʼ ἐμοὶ ἵππος πρεσβύτερος ἤδη ὢν οὐ κατακρατεῖ τὰς θηλείας. ἐπέστειλα δέ σοι καὶ περὶ τοῦ σησάμου τοῦ ἐμοι γεγονότος ἐν τῶι κλήρωι, ἵνα περί τε τῆς συγκομιδῆς σπουδάσηις, ὅπως συγκομισθῆι τρόπωι τινί, καὶ ἐμοὶ γράψηις πόσον γέγονεν. καὶ περὶ τούτων οὖν μοι ἐπιστείλας καλῶς ἂν ποιήσαις. ἔρρωσο. ἔτους λβ, Ἀπελλαίου ε. ἔτους λβ. Ἀρτεμίδωρος εἰς Φιλαδέλφειαν. ἰατρός. Ζήνωνι.