Ancient Greek
P.Cair. Zen. 2 59244
Documentary Papyri, P.Cair. Zen. 2 59244
Not analysed yet
Ἕρμων Ζήνωνι. ἐγράψαμεν ὅτι ἄγει σοι Πατροκλῆς κορμοὺς ρ· προσενεβλήθη τῆς ἐπιστολῆς γραφείσης κ · ὡσαύτως δὲ καὶ περὶ Ζήνωνος τοῦ Πανακέστορος ὅτι ἄγει σοι φυτὰ σε, καὶ προσενεβλήθη τῆς ἐπιστολῆς γραφείσης λε ὥστε γενέσθαι σμ γίνονται τῶν μ φόρετρα ὀβολοὶ 4 1/2 1/4 γίνονται τῶν σμ τὰ φόρετρα δραχμαὶ δ ὀβολοὶ δ 𐅵. ἔνεισι δὲ καὶ ἐν τοῖς κορμοῖς τοῖς λδ φυτὰ ζ, ἃ …αι ἐὰν μή σοι ἀρέσῃ. σὺ οὖν ἐπίσκεψαι· φάσκουσιν γάρ σε προσδέχεσθαι καὶ ὅτι ἕτερα ἤδη προσδέδεξαι· ἐμοὶ μὲν γὰρ οὐκ ἀρεστά ἐστιν. εἰ οὖν σοι ἀρέσκει, γράψον ἡμεῖν, ἵνα καὶ ἄλλα ἐμβαλώμεθα. ἀπόστειλον δὲ εἰς ἀνήλωμα· ἃ γὰρ ἔλαβον ἀνήλωται· ἐδώκαμεν γὰρ εἰς τὰ φυτά. ἔρρωσο. ἔτους λγ, Χοίαχ ιθ. Ἕρμων περὶ τῶν ἐλαίνων φυτῶν. Ζήνωνι.