Ancient Greek
P.Cair. Zen. 2 59245
Documentary Papyri, P.Cair. Zen. 2 59245
Not analysed yet
Κολλούθης Ζήνωνι χαίρειν. ἀπελθόντος μου ἀπὸ σοῦ κατέλαβον τοὺς γεωργοὺς ἐκ τῆς καταμεμετρημένης γῆς τοῖς στρατιώταις ἀνακεχωρηκότας ἐπὶ τὸ Ἰσιεῖον τὸ ἐν τῶι Μεμφίτηι. ἡνίκα οὖν ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολήν, ἐπορευόμην εἰς Κροκοδίλων πόλιν πρὸς Μαίμαχον, ὅπως ἂν ἐγείρηι αὐτούς· καὶ ὡς ἂν τοῦτο γένηται παρεσόμεθα πρὸς σέ· οὐκ ἐνεδήμει γὰρ ἐν τῆι κώμηι Ψενομοῦς. γέγραφα οὖν σοι ἵνα εἰδῆις. ἔρρωσο. ἔτους λγ, Χοιάχ …. ἔτους λγ, Τῦβι β. Κολλούθης. Μῦς Ζήνωνι.