Ancient Greek
P.Cair. Zen. 2 59263
Documentary Papyri, P.Cair. Zen. 2 59263
Not analysed yet
Φίλων Ζήνωνι χαίρειν. εἰ αὐτός τε ἔρρωσαι καὶ τὰ ἄλλα σοί ἐστιν κατὰ νοῦν, εἴη ἂν ὡς ἐγὼ θέλω· ὑγίαινον δὲ καὶ αὐτός. ἐγραψέν μοι Μαιανδρία ὅτι χλαμύδα αὐτὴν κελεύεις ἐξυφᾶναι. νυνὶ μὲν οὖν μαλακῶς διάκειται, ὡς ἂν δὲ ῥαίσηι ἔσται σοι ἡ στολή. γίνωσκε δὲ καὶ Ἀπολλώνιον παρειληφότα τὰ κατὰ πόλιν πάντα καὶ ἐγλογιστεύοντα Διονυσόδωρον. ἔγραψα οὖν σοι ἵνʼ εἰδῆις. ἔρρωσο. ἔτους λδ, Μεχεὶρ θ. ἔτους λ, Μεχεὶρ κζ. Φίλων στολῆς. Ζήνωνι