Ancient Greek
P.Cair. Zen. 2 59264
Documentary Papyri, P.Cair. Zen. 2 59264
Not analysed yet
Σισοῦχος Ζήνωνι χαίρειν. ἐμνήσθης μοι ἰδεῖν τὸν κεραμέα περὶ τῶν κεραμίων. εἰ οὖν σοι δοκεῖ ἐπὶ τοῦ παρόντος κατασκευάζεσθαι, γράψον τῶι κεραμεῖ ὅπως παραγένωμαι μεθʼ αὑτοῦ πρὸς σέ, μὴ ἐγδράμηι ὁ καιρός. ἀπέσταλκα δέ σοι καὶ ἀμίδας ι. καὶ ἄλλου δὲ οὗ ἂν χρείαν ἔχηις γράφε ἡμῖν. ἔρρωσο. ἔτους λδ, Μεχὶρ κγ. Ζήνωνι.