Ancient Greek
P.Cair. Zen. 2 59269
Documentary Papyri, P.Cair. Zen. 2 59269
Not analysed yet
πρὸς Ἡρακλείδην ἀμπελουργόν. ἔστιν ἡ ἀπέγδοσις τῶν λζ 𐅵ἀρουρῶν δραχμαὶ τοε καὶ κρομμύων αὐτοφυῶν ὧν ἠγόρακεν αὐτὸς δραχμαὶ ϙ ῥόδων τῶν ἐν τῶι παραδείσωι ὡσαύτως τοῦ λγ ἔτους δραχμαὶ ξ σύκων καὶ ῥοῶν τῶν ἐν τῆι ὑφάμμωι τοῦ αὐτοῦ ἔτους δραχμαὶ κ καὶ πυρῶν ἀρταβῶν ρν ἃς ἐμετρήσατο ἐκ θησαυροῦ ἃς δεῖ αὐτὸν ἀποδοῦναι ἕως δὲ τοῦ ἀποδοῦναι τιμώμεθα ὡς τῆς ἀρτάβης πεντωβόλου γίνονται δραχμαὶ ρκε ἐὰν δὲ πλείονος ἢ ἐλάσσονος τιμῆται αὐτῶι ὑπάρξει καὶ εἴληφεν πρόδομα εἰς τὰς κε ἀρούρας ἃς προσκατεφύτευσεν ἐν τῶι λγ ἔτει δραχμὰς μ ὧν ἐπιβάλλει αὐτῶι ἐν τῶι Φαῶφι ἀποδοῦναι δραχμὰς κ καὶ ἃς προσοφείλει ἐκ λόγου λαχανείας τοῦ λβ ἔτους δραχμὰς κβ διώβολον καὶ Ἀγάθωνι καὶ Μενάνδρωι ὡσαύτως τοῦ λγ ἔτους δραχμαὶ ι πεντώβολον καὶ Στοτοήτει κατὰ συγγραφὴν τοῦ αὐτοῦ ἔτους πράσων ὧν ἠγόρασεν παρʼ αὐτοῦ δραχμαὶ κη τετρώβολον γίνονται δραχμαὶ ψνα πεντώβολον τούτων ἀφαιρεῖται ὃ δεῖ αὐτὸν λαβεῖν μισθὸν τοῦ δευτέρου ἔτους πάντα τὰ ἔργα συντελοῦντα δραχμαὶ σια τριώβολον καὶ ἀπὸ τῶν τοε δραχμῶν διὰ τὸ μὴ ἐᾶσαι αὐτὸν τὴν δωδεκάμηνον παρασπειρα… κα… σω… ευ… κα… ειφ… μη… οφε… καὶ παρʼ Ἀπολλωνίδου εἰς βοτανισμὸν δραχμὰς ιε τετρώβολον παρʼ Ἐφέσου δραχμὰς β λυχνίδος τῆς ἐν τῶι ἀμπελῶνι δραχμὰς ιγ γίνονται λ τετρώβολον γίνονται τὸ ὀφειλόμενον δραχμαὶ τε τριώβολον ἄλφα βυβλάρια ιη