Ancient Greek
P.Cair. Zen. 2 59270
Documentary Papyri, P.Cair. Zen. 2 59270
Not analysed yet
Σπονδάτης Ζήνωνι χαίρειν. ἔγραψάς μοι ἀποστεῖλαι συκαμίνινα εἰς Κερσατ. ὡς ἂν οὖν παραγένωνται αἱ ἡμίονοι, ἐπιθέντες ἀποστελοῦμεν. ἀνηγγέλλοσάν σοι ὡς ἀνηγγελκότα σοι Παλοῦν μὴ ὑπάρχειν ξύλα ἀκάνθινα. τῆι μὲν ιε οἱ ἡμιονῖται ᾔροσαν ἐκ Μήας, τῆι δὲ ιϛ, ἐπεὶ οὐ παρεγένοντο, ἅμαξαν χρησάμενος ᾖρεν. γέγραφά σοι ἵνα εἰδῆις διότι ξύλων ἀκανθίνων οὐχ ὑστεροῦσι, ἀλλὰ ἔχουσι ἱκανά, συκαμινίνων δὲ χρεία ἔσται, οὐ γὰρ ἱκανὰ αὐτοῖς ἔσται τὰ κεκομμένα ἠγορασμένα. παρεγένοντο πρὸς μὲ οἱ ἰβιοβοσκοὶ ἐχθὲς οἱ ἐκ Μήας βουλόμενοι εὐωνότερα ἀποδόσθαι. ἀπόστειλον Θεόπομπον ὃς ἀγορᾶι, ἵνα τὴν πρόφασιν τῶν ναυπηγῶν λύσωμεν· εἰσὶν γὰρ πονηροὶ καὶ πρόφασιν ζητοῦσιν. ἔρρωσο. ἔτους λε, Παχὼνς ιζ. ἔτους λε, Παχὼνς ιζ. Σπονδάτης ξύλων. Ζήνωνι.