Ancient Greek
P.Cair. Zen. 2 59272
Documentary Papyri, P.Cair. Zen. 2 59272
Not analysed yet
Τιμόθεος Ζήνωνι χαίρειν. ἀποδεδωκότων ἡμῶν Πύθωνι τὴν παρὰ σοῦ ἐπιστολὴν περὶ τῶν Α δραχμῶν ὧν ἔγραψας αὐτῶι κατατάξαι ὑπὲρ ἡμῶν, ἔφη σε προελεῖν α… καλῶς οὖν ποιήσεις ἐπιστείλας αὐτῶι φιλοτιμότερον γράψαι Θεοδώρωι τῶι φορολόγωι προσδέξασθαι ἡμῖν. τοῦτο μὲν οὖν ποιήσας ἔσει ἡμῖν βεβοηθηκὼς εἰς τὰ μάλιστα. περὶ δὲ τοῦ …ἀπεστάλκαμεν Διονύσιον τὸν υἱὸν πρὸς σὲ ὅπως ἂν παρὰ σοῦ παραλάβηι. ἔρρωσο. ἔτους λε, Παῦνι κζ. Ζήνωνι.