Ancient Greek
P.Cair. Zen. 2 59273
Documentary Papyri, P.Cair. Zen. 2 59273
Not analysed yet
Ἰφιμέδων Ζήνωνι χαίρειν. καλῶς ποιεῖς εἰ ἔρρωσαι· ἔρρωμαι δὲ καὶ αὐτός. ἔγραψάς μοι ὑπὲρ τῶν καμίνων ἵνα τοῖς μόσχοις ὦσιν. σὺ οὖν προαπόστειλόν τινα, ἵνα παῖδα ἀποστείλω ὃς παραδώσει αὐτῶι. εἰσὶν δὲ κάμινοι μεγάλαι μὲν δύο ,μικραὶ δὲ τρεῖς . γράψον δέ μοι καὶ περὶ τοῦ κλήρου πῶς ᾠκονόμηκας. ἔρρωσο. ἔτους λε, Ἐπεὶφ δ. ἔτους λε, Ἐπεὶφ θ. Ἰφιμέδων καμίνων. Ζήνωνι. Ἰφιμέδων.