Ancient Greek
P.Cair. Zen. 2 59275
Documentary Papyri, P.Cair. Zen. 2 59275
Not analysed yet
…νις Σεῶτι χαίρειν. οἱ ἐπὶ τῆς τετάρτης εἰσβιασάμενοι τὴν οἰκίαν ἡμῶν παρεσφραγίσαντο καὶ τὰ α… τῶν κρεῶν οἷοι ἦσαν ἐξενέγκαι, φάσκοντες …ν ἔχειν, ἡμᾶς ταριχηρὰ κρέα ἔχειν ἀντὶ αὐτῶν, καὶ ἐμέ τε εἰς φυλακὴν ἀπαγηόχασιν. καλῶς οὖν ποιήσεις ἐντυχὼν Ζήνωνι ὑπὲρ τούτων. ὡσαύτως δὲ καὶ Ἀχομμνεῦις ὁ παρὰ Ζήνωνος ἄπηκται πρὸς τὰ ἁλικὰ ὑπὸ τοῦ κωμογραμματέως Ὥρου. ἔρρωσο. ἔτους λε, Μεσορὴ ιδ. Σεῶτι.